ὁ Βάκχιος κυναγέταςσοφὸς σοφῶς ἀνέπηλʼ ἐπὶ θῆρατόνδε μαινάδας.ὁ γὰρ ἄναξ ἀγρεύς.ἐπαινεῖς;ἐπαινῶ.τάχα δὲ Καδμεῖοικαὶ παῖς γε Πενθεὺςματέρʼ ἐπαινέσεται,λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ.περισσάν.περισσῶς.ἀγάλλῃ;γέγηθα,μεγάλα μεγάλα καὶφανερὰ τᾷδʼ ἄγρᾳ κατειργασμένα.δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρονἀστοῖσιν ἄγραν ἣν φέρουσʼ ἐλήλυθας.ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸςναίοντες, ἔλθεθʼ ὡς ἴδητε τήνδʼ ἄγραν,Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν,οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσιχειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼνκαὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην;ἡμεῖς δέ γʼ αὐτῇ χειρὶ τόνδε θʼ εἵλομεν,χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν.ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας.Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν; αἰρέσθω λαβὼνπηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις,ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδελέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ.ἕπεσθέ μοι φέροντες ἄθλιον βάροςΠενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος,οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασινφέρω τόδʼ, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖςδιασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳλαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ.ἤκουσα γάρ του θυγατέρων τολμήματα,ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼς