ὃς τὰν θηλυγενῆ στολὰννάρθηκά τε, πιστὸν Ἅιδαν,ἔλαβεν εὔθυρσον,ταῦρον προηγητῆρα συμφορᾶς ἔχων.βάκχαι Καδμεῖαι,τὸν καλλίνικον κλεινὸν ἐξεπράξατεἐς στόνον, ἐς δάκρυα.καλὸς ἀγών, χέρʼ αἵματι στάζουσανπεριβαλεῖν τέκνου.ἀλλʼ, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένηνΠενθέως Ἀγαύην μητέρʼ ἐν διαστρόφοιςὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ.Ἀσιάδες βάκχαι —τί μʼ ὀροθύνεις, ὤ;φέρομεν ἐξ ὀρέωνἕλικα νεότομον ἐπὶ μέλαθρα,μακάριον θήραν.ὁρῶ καί σε δέξομαι σύγκωμον.ἔμαρψα τόνδʼ ἄνευ βρόχωνλέοντος ἀγροτέρου νέον ἶνιν·ὡς ὁρᾶν πάρα.πόθεν ἐρημίας;ΚιθαιρὼνΚιθαιρών;κατεφόνευσέ νιν.τίς ἁ βαλοῦσα;πρῶτον ἐμὸν τὸ γέρας.μάκαιρʼ Ἀγαύη κλῃζόμεθʼ ἐν θιάσοις.τίς ἄλλα;τὰ Κάδμουτί Κάδμου;γένεθλαμετʼ ἐμὲ μετʼ ἐμὲ τοῦδʼἔθιγε θηρός· εὐτυχής γʼ ἅδʼ ἄγρα.μέτεχέ νυν θοίνας.τί; μετέχω, τλᾶμον;νέος ὁ μόσχος ἄρ-τι γένυν ὑπὸ κόρυθʼ ἁπαλότριχακατάκομον θάλλει.πρέπει γʼ ὥστε θὴρ ἄγραυλος φόβῃ.