ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοιτλήμων Ἀγαύη, καὶ λέγει, παρηίδοςψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθενΠενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος·οἴκτιρε δʼ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖςἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.ἣ δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφουςκόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ ἃ χρὴ φρονεῖν,ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν.λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα,πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονοςἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους,ἀλλʼ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν·Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο,ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶςἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή,ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων,αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην,ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲπλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένηχεῖρας διεσφαίριζε σάρκα Πενθέως.κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοιςπέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ,οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δʼ ἄθλιον,ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν,πήξασʼ ἐπʼ ἄκρον θύρσον ὡς ὀρεστέρουφέρει λέοντος διὰ Κιθαιρῶνος μέσου,λιποῦσʼ ἀδελφὰς ἐν χοροῖσι μαινάδων.χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένητειχέων ἔσω τῶνδʼ, ἀνακαλοῦσα Βάκχιοντὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας,τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ.ἐγὼ μὲν οὖν τῇδʼ ἐκποδὼν τῇ ξυμφορᾷἄπειμʼ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶνκάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατονθνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.ἀναχορεύσωμεν Βάκχιον,ἀναβοάσωμεν ξυμφορὰντὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα·