ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω,καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν,ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαιΔιόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες,ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργιαγέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν.καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸνκαὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός.σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπηφύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν.αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναιἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας.ὃ δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισανσαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι,ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονεςποδῶν τρέχουσαι συντόνοις δραμήμασι,μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροιπᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπηςἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς.ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον,πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλουςἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν,ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο.ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέροςΠενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον.κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχωνκαθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος.τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδουςῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον,ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳπτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτηνθῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦχοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέραπροσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός·ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴςπίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασινΠενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνουκαὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο