αἰωρήμασι πέτραν,ἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι,βῶλον ἐξ Ὀλύμπου,ἵνʼ ἐν θρήνοισιν ἀναβοάσωγέροντι πατρὶ Ταντάλῳὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων,οἳ κατεῖδον ἄτας,ποτανὸν μὲν δίωγμα πώλωντεθριπποβάμονι στόλῳ Πέλοψ ὅτεπελάγεσι διεδίφρευσε, Μυρτίλου φόνονδικὼν ἐς οἶδμα πόντου,λευκοκύμοσινπρὸς Γεραιστίαιςποντίων σάλωνᾐόσιν ἁρματεύσας.ὅθεν δόμοισι τοῖς ἐμοῖςἦλθʼ ἀρὰ πολύστονος,λόχευμα ποιμνίοισι Μαιάδος τόκου,τὸ χρυσόμαλλον ἀρνὸς ὁπότʼἐγένετο τέρας ὀλοὸν ὀλοὸνἈτρέος ἱπποβώτα·ὅθεν Ἔρις τό τε πτερωτὸνἁλίου μετέβαλεν ἅρμα,τὰν πρὸς ἑσπέραν κέλευθονοὐρανοῦ προσαρμόσα-σα μονόπωλον ἐς Ἀῶ,ἑπταπόρου τε δράμημα Πελειάδοςεἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει,τῶνδέ τʼ ἀμείβει θανάτους θανά-των τά τʼ ἐπώνυμα δεῖπνα Θυέστουλέκτρα τε Κρήσσας Ἀερόπας δολί-ας δολίοισι γάμοις· τὰ πανύστατα δʼεἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθεδόμων πολυπόνοις ἀνάγκαις.καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπειψήφῳ θανάτου κατακυρωθείς,ὅ τε πιστότατος πάντων Πυλάδης,ἰσάδελφος ἀνήρ, ἰθύνωννοσερὸν κῶλον Ὀρέστου,ποδὶ κηδοσύνῳ παράσειρος.