οἲ ἐγώ· πρὸ τύμβου γάρ σʼ ὁρῶσʼ ἀναστένω,ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.οἲ ἐγὼ μάλʼ αὖθις· ὥς σʼ ἰδοῦσʼ ἐν ὄμμασινπανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.οὐ σῖγʼ ἀφεῖσα τοὺς γυναικείους γόουςστέρξεις τὰ κρανθέντʼ; οἰκτρὰ μὲν τάδʼ, ἀλλʼ ὅμωςφέρειν σʼ ἀνάγκη τὰς παρεστώσας τύχας.καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦτόδʼ οὐκέθʼ ἡμῖν τοῖς ταλαιπώροις μέτα.σὺ μή μʼ ἀπόκτεινʼ· ἅλις ὑπʼ Ἀργείας χερὸςτέθνηχʼ ὁ τλήμων· τὰ δὲ παρόντʼ ἔα κακά.ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμουθανάτου τʼ ἀώρου. ζῆν ἐχρῆν σʼ, ὅτʼ οὐκέτʼ εἶ.μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν,ἐς δάκρυα πορθμεύουσʼ ὑπομνήσει κακῶν.θανούμεθʼ· οὐχ οἷόν τε μὴ στένειν κακά.πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.τόδʼ ἦμαρ ἡμῖν κύριον· δεῖ δʼ ἢ βρόχουςἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.σύ νύν μʼ, ἀδελφέ, μή τις Ἀργείων κτάνῃὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.ἅλις τὸ μητρὸς αἷμʼ ἔχω· σὲ δʼ οὐ κτενῶ,ἀλλʼ αὐτόχειρι θνῇσχʼ ὅτῳ βούλῃ τρόπῳ.ἔσται τάδʼ· οὐδὲν σοῦ ξίφους λελείψομαι.ἀλλʼ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδεθανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.ὦ φίλτατʼ, ὦ ποθεινὸν ἥδιστόν τʼ ἔχωντῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.ἔκ τοί με τήξεις· καί σʼ ἀμείψασθαι θέλωφιλότητι χειρῶν. τί γὰρ ἔτʼ αἰδοῦμαι τάλας;ὦ στέρνʼ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμʼ ἐμόν,τάδʼ ἀντὶ παίδων καὶ γαμηλίου λέχους —προσφθέγματʼ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.φεῦ·πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοικαὶ μνῆμα δέξαιθʼ ἕν, κέδρου τεχνάσματα;ἥδιστʼ ἂν εἴη ταῦθʼ· ὁρᾷς δὲ δὴ φίλωνὡς ἐσπανίσμεθʼ, ὥστε κοινωνεῖν τάφου.οὐδʼ εἶφʼ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων,