νικᾷ δʼ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων,ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.μόλις δʼ ἔπεισε μὴ πετρουμένους θανεῖντλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇὑπέσχετʼ ἐν τῇδʼ ἡμέρᾳ λείψειν βίονσὺν σοί. πορεύει δʼ αὐτὸν ἐκκλήτων ἄποΠυλάδης δακρύων· σὺν δʼ ὁμαρτοῦσιν φίλοικλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοιπικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.ἀλλʼ εὐτρέπιζε φάσγανʼ ἢ βρόχον δέρῃ·ὡς δεῖ λιπεῖν σε φέγγος· ἡ εὐγένεια δὲοὐδέν σʼ ἐπωφέλησεν, οὐδʼ ὁ Πύθιοςτρίποδα καθίζων Φοῖβος, ἀλλʼ ἀπώλεσεν.ὦ δυστάλαινα παρθένʼ, ὡς ξυνηρεφὲςπρόσωπον εἰς γῆν σὸν βαλοῦσʼ ἄφθογγος εἶ,ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.κατάρχομαι στεναγμόν, ὦ Πελασγία,τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηίδων,αἱματηρὸν ἄταν,κτύπον τε κρατός, ὃν ἔλαχʼ ἁ κατὰ χθονὸςνερτέρων Περσέφασσα καλλίπαις θεά.ἰαχείτω δὲ γᾶ Κυκλωπία,σίδαρον ἐπὶ κάρα τιθεῖσα κούριμον,πήματʼ οἴκων.ἔλεος ἔλεος ὅδʼ ἔρχεταιτῶν θανουμένων ὕπερ,στρατηλατᾶν Ἑλλάδος ποτʼ ὄντων.βέβακε γὰρ βέβακεν, οἴχεται τέκνωνπρόπασα γέννα Πέλοπος ὅ τʼ ἐπὶ μακαρίοιςζῆλος ὤν ποτʼ οἴκοις·φθόνος νιν εἷλε θεόθεν, ἅ τε δυσμενὴςφοινία ψῆφος ἐν πολίταις.ἰὼ ἰώ, πανδάκρυτʼ ἐφαμέρωνἔθνη πολύπονα, λεύσσεθʼ, ὡς παρʼ ἐλπίδαςμοῖρα βαίνει.ἕτερα δʼ ἕτερος ἀμείβεταιπήματʼ ἐν χρόνῳ μακρῷ·βροτῶν δʼ ὁ πᾶς ἀστάθμητος αἰών.μόλοιμι τὰν οὐρανοῦμέσον χθονός τε τεταμέναν