Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔποςοὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις.ὁ γὰρ μακάριος — κοὐκ ὀνειδίζω τύχας —Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλοςκορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρονἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢνκοινῆς τραπέζης ἀξίωμʼ ἔχων ἴσον,ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.οὗτος φυτεύει Πέλοπα, τοῦ δʼ Ἀτρεὺς ἔφυ,ᾧ στέμματα ξήνασʼ ἐπέκλωσεν θεὰἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳθέσθαι. τί τἄρρητʼ ἀναμετρήσασθαί με δεῖ;ἔδαισε δʼ οὖν νιν τέκνʼ ἀποκτείνας Ἀτρεύς.Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας·ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυΜενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.γαμεῖ δʼ ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένηνΜενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχοςἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,Χρυσόθεμις Ἰφιγένειά τʼ Ἠλέκτρα τʼ ἐγώ,ἄρσην δʼ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,ἣ πόσιν ἀπείρῳ περιβαλοῦσʼ ὑφάσματιἔκτεινεν· ὧν δʼ ἕκατι, παρθένῳ λέγεινοὐ καλόν· ἐῶ τοῦτʼ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.Φοίβου δʼ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;πείθει δʼ Ὀρέστην μητέρʼ ἥ σφʼ ἐγείνατοκτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.ὅμως δʼ ἀπέκτεινʼ οὐκ ἀπειθήσας θεῷ·κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.Πυλάδης θʼ, ὃς ἡμῖν συγκατείργασται τάδε.ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖτλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοιςκεῖται, τὸ μητρὸς δʼ αἷμά νιν τροχηλατεῖμανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰςεὐμενίδας, αἳ τόνδʼ ἐξαμιλλῶνται φόβῳ.ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖςθανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,