Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ,πιθανὸς ἔτʼ αὐτοὺς περιβαλεῖν κακῷ τινι·ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶςπείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα·ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύουσʼ ἀεί,κἂν μὴ παραυτίκʼ, αὖθίς εἰσι χρήσιμοιπόλει. θεᾶσθαι δʼ ὧδε χρὴ τὸν προστάτηνἰδόνθʼ· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεταιτῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ.ὃς εἶπʼ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροιςβάλλοντας· ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγουςτῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.ἄλλος δʼ ἀναστὰς ἔλεγε τῷδʼ ἐναντία,μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δʼ ἀνήρ,ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,αὐτουργός — οἵπερ καὶ μόνοι σῴζουσι γῆν —ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον·ὃς εἶπʼ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονοςστεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,κακὴν γυναῖκα κἄθεον κατακτανών,ἣ κεῖνʼ ἀφῄρει, μήθʼ ὁπλίζεσθαι χέραμήτε στρατεύειν ἐκλιπόντα δώματα,εἰ τἄνδον οἰκουρήμαθʼ οἱ λελειμμένοιφθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.κοὐδεὶς ἔτʼ εἶπε. σὸς δʼ ἐπῆλθε σύγγονος,ἔλεξε δʼ· ὦ γῆν Ἰνάχου κεκτημένοι,πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον,ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶἔκτεινα μητέρʼ. εἰ γὰρ ἀρσένων φόνοςἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτʼ ἔτʼ ἂνθνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών·τοὐναντίον δὲ δράσετʼ ἢ δρᾶσαι χρεών.νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρʼ ἐμοῦ πατρὸςτέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτʼ ἐμέ,ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν·ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.ἀλλʼ οὐκ ἔπειθʼ ὅμιλον, εὖ δοκῶν λέγειν.