ἢ διὰ σιδήρου πνεῦμʼ ἀπορρῆξαί με δεῖ,κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσωβαίνων, πυθέσθαι δεόμενος τά τʼ ἀμφὶ σοῦτά τʼ ἀμφʼ Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶἀεί ποτʼ εἶχον, καί μʼ ἔφερβε σὸς δόμοςπένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.ὁρῶ δʼ ὄχλον στείχοντα καὶ θάσσοντʼ ἄκραν,οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκαςδιδόντʼ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.ἀστῶν δὲ δή τινʼ ἠρόμην ἄθροισμʼ ἰδών·Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάραἄγγελμʼ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;ὃ δʼ εἶπʼ· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλαςστείχοντʼ, ἀγῶνα θανάσιμον δραμούμενον;ὁρῶ δʼ ἄελπτον φάσμʼ, ὃ μήποτʼ ὤφελον,Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθʼ ὁμοῦ,τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ,τὸν δʼ ὥστʼ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον,νόσημα κηδεύοντα παιδαγωγίᾳ.ἐπεὶ δὲ πλήρης ἐγένετʼ Ἀργείων ὄχλος,κῆρυξ ἀναστὰς εἶπε· Τίς χρῄζει λέγειν,πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,μητροκτονοῦντα; κἀπὶ τῷδʼ ἀνίσταταιΤαλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας.ἔλεξε δʼ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,σὸν δʼ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺςλόγους ἑλίσσων, ὅτι καθισταίη νόμουςἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δʼ ὄμμʼ ἀεὶφαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆπηδῶσʼ ἀεὶ κήρυκες· ὅδε δʼ αὐτοῖς φίλος,ὃς ἂν δύνηται πόλεος ἔν τʼ ἀρχαῖσιν ᾖ.ἐπὶ τῷδε δʼ ἠγόρευε Διομήδης ἄναξ.οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονονεἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν.ἐπερρόθησαν δʼ οἳ μὲν ὡς καλῶς λέγοι,οἳ δʼ οὐκ ἐπῄνουν. κἀπὶ τῷδʼ ἀνίσταταιἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει,