κακοφρόνων τʼ ἀνδρῶν παράνοια.θανάτου γὰρ ἀμφὶ φόβῳΤυνδαρὶς ἰάχησε τάλαι-να· Τέκνον, οὐ τολμᾷς ὅσιακτείνων σὰν ματέρα· μὴ πατρῴ-αν τιμῶν χάριν ἐξανά-ψῃ δύσκλειαν ἐς αἰεί.τίς νόσος ἢ τίνα δάκρυα καὶτίς ἔλεος μείζων κατὰ γᾶνἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;οἷον ἔργον τελέσαςβεβάκχευται μανίαις,Εὐμενίσι θήραμα, φόνονδρομάσι δινεύων βλεφάροις,Ἀγαμεμνόνιος παῖς.ὦ μέλεος, ματρὸς ὅτεχρυσεοπηνήτων φαρέωνμαστὸν ὑπερτέλλοντʼ ἐσιδὼνσφάγιον ἔθετο ματέρα, πατρῴ-ων παθέων ἀμοιβάν.γυναῖκες, ἦ που τῶνδʼ ἀφώρμηται δόμωντλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς;ἥκιστα· πρὸς δʼ Ἀργεῖον οἴχεται λεών,ψυχῆς ἀγῶνα τὸν προκείμενον πέριδώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών.οἴμοι· τί χρῆμʼ ἔδρασε; τίς δʼ ἔπεισέ νιν;Πυλάδης· ἔοικε δʼ οὐ μακρὰν ὅδʼ ἄγγελοςλέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτουἈγαμέμνονος παῖ, πότνιʼ Ἠλέκτρα, λόγουςἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ.κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖνκαὶ σέ, ὦ τάλαινʼ, ἔδοξε τῇδʼ ἐν ἡμέρᾳ.οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένηπάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοικαθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;λέγʼ, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ