ἀλλὰ κηδεύσω σʼ ἐγώ.δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.οὐκ ἔμοιγε σοῦ.εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.τόδʼ οὖν ἴτω.οὐκ ἄρʼ ὀκνήσεις;ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.ἕρπε νυν οἴαξ ποδός μοι.φίλα γʼ ἔχων κηδεύματα.καί με πρὸς τύμβον πόρευσον πατρός.ὡς τί δὴ τόδε;ὥς νιν ἱκετεύσω με σῶσαι.τό γε δίκαιον ὧδʼ ἔχει.μητέρος δὲ μηδʼ ἴδοιμι μνῆμα.πολεμία γὰρ ἦν.ἀλλʼ ἔπειγʼ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ,περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ·ὡς ἐγὼ διʼ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,εἴ σε μὴ ʼν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;τοῦτʼ ἐκεῖνο, κτᾶσθʼ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον·ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢνμυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.ὁ μέγας ὄλβος ἅ τʼ ἀρετὰμέγα φρονοῦσʼ ἀνʼ Ἑλλάδα καὶπαρὰ Σιμουντίοις ὀχετοῖςπάλιν ἀνῆλθʼ ἐξ εὐτυχίας Ἀτρείδαιςπάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,ὁπότε χρυσείας ἔρις ἀρνὸςἤλυθε Τανταλίδαις,οἰκτρότατα θοινάματα καὶσφάγια γενναίων τεκέων·ὅθεν φόνῳ φόνος ἐξαμεί-βων διʼ αἵματος οὐ προλεί-πει δισσοῖσιν Ἀτρείδαις.τὸ καλὸν οὐ καλόν, τοκέωνπυριγενεῖ τεμεῖν παλάμᾳχρόα μελάνδετον δὲ φόνῳξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·τὸ δʼ εὖ κακουργεῖν ἀσέβεια ποικίλα