Ἑλένη, τί σοι λέγοιμʼ ἂν ἅ γε παροῦσʼ ὁρᾷς;ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμονἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ— νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς —θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά.σὺ δʼ εἶ μακαρία μακάριός θʼ ὁ σὸς πόσις.ἥκετον ἐφʼ ἡμᾶς ἀθλίως πεπραγόταςπόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε;ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.ὢ μέλεος· ἡ τεκοῦσά θʼ, ὡς διώλετο.οὕτως ἔχει τάδʼ, ὥστʼ ἀπείρηκεν κακοῖς.πρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε;ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς.σοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι.ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους.ὀρθῶς ἔλεξας, οὐ φίλως δʼ ἐμοὶ λέγεις.αἰδὼς δὲ δὴ τίς σʼ ἐς Μυκηναίους ἔχει;δέδοικα πατέρας τῶν ὑπʼ Ἰλίῳ νεκρῶν.δεινὸν γάρ· Ἄργει τʼ ἀναβοᾷ διὰ στόμα.σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.τί δʼ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.καὶ μὴν τίνοι γʼ ἂν τῇ τεθνηκυίᾳ τροφάς.ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.καὶ πέμψομέν γε θυγατέρʼ· εὖ γάρ τοι λέγεις.ὦ τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάροςκαὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς·ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφονμελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην,καὶ στᾶσʼ ἐπʼ ἄκρου χώματος λέξον τάδε·Ἑλένη σʼ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τεἈργεῖον ὄχλον. πρευμενῆ δʼ ἄνωγέ νινἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν