ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,οὐ λούτρʼ ἔδωκε χρωτί· χλανιδίων δʼ ἔσωκρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου,ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄποπηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.ἔδοξε δʼ Ἄργει τῷδε μήθʼ ἡμᾶς στέγαις,μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τιναμητροκτονοῦντας· κυρία δʼ ἥδʼ ἡμέρα,ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις,εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι.ἢ φάσγανον θήξαντʼ ἐπʼ αὐχένος βαλεῖν.ἐλπίδα δὲ δή τινʼ ἔχομεν ὥστε μὴ θανεῖν·ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνονἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονονἙλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼνμεθʼ ἡμέραν στείχουσαν, ὧν ὑπʼ Ἰλίῳπαῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς,προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσωκλαίουσʼ ἀδελφὴν συμφοράν τε δωμάτων.ἔχει δὲ δή τινʼ ἀλγέων παραψυχήν·ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει,παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφεινΜενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν.βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαιΜενέλαον ἥκονθʼ· ὡς τά γʼ ἄλλʼ ἐπʼ ἀσθενοῦςῥώμης ὀχούμεθʼ, ἤν τι μὴ κείνου πάρασωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος,παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸςτλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιονἔπλευσʼ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,οὐκ εἶδον, ἀπολειφθεῖσα δʼ αἰάζω τύχας.