τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός.ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα.ἴθʼ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳδοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ.ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν,σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας,σῴζουσα κάλλος; ἔστι δʼ ἡ πάλαι γυνή.θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσαςκαὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα. ὦ τάλαινʼ ἐγώ·αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασιφίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνουτόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸνδακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶχωρεῖτε, μὴ ψοφεῖτε, μηδʼ ἔστω κτύπος.φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλʼ ἐμοὶτόνδʼ ἐξεγεῖραι συμφορὰ γενήσεται.σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύληςτίθετε, μὴ κτυπεῖτʼ.ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ, ἀποπρό μοι κοίτας.ἰδού, πείθομαι.ἆ ἆ σύριγγος ὅπως πνοὰλεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.ἴδʼ, ἀτρεμαῖον ὡς ὑπόροφον φέρωβοάν.ναί, οὕτως·κάταγε κάταγε, πρόσιθʼ ἀτρέμας, ἀτρέμας ἴθι·λόγον ἀπόδος ἐφʼ ὅ τι χρέος ἐμόλετέ ποτε.χρόνια γὰρ πεσὼν ὅδʼ εὐνάζεται.πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα·τίνα τύχαν εἴπω; τίνα δὲ συμφοράν;ἔτι μὲν ἐμπνέει, βραχὺ δʼ ἀναστένει.τί φῄς; ὦ τάλας.ὀλεῖς, εἰ βλέφαρα κινήσειςὕπνου γλυκυτάταν φερομένῳ χάριν.μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,τάλας.φεῦ μόχθων.