οὐχὶ Μενέλεω τρόποισι χρώμεθʼ· οἰστέον τάδε.οὐ φοβῇ μή σʼ Ἄργος ὥσπερ κἄμʼ ἀποκτεῖναι θέλῃ;οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.ἀλλʼ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσʼ ἀεί.εἶἑν. ἐς κοινὸν λέγειν χρή.τίνος ἀναγκαίου πέρι;εἰ λέγοιμʼ ἀστοῖσιν ἐλθὼν —ὡς ἔδρασας ἔνδικα;πατρὶ τιμωρῶν ἐμαυτοῦ;μὴ λάβωσί σʼ ἄσμενοι.ἀλλʼ ὑποπτήξας σιωπῇ κατθάνω;δειλὸν τόδε.πῶς ἂν οὖν δρῴην;ἔχεις τινʼ, ἢν μένῃς, σωτηρίαν;οὐκ ἔχω.μολόντι δʼ ἐλπίς ἐστι σωθῆναι κακῶν;εἰ τύχοι, γένοιτʼ ἄν.οὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν.ἀλλὰ δῆτʼ ἔλθω.θανὼν γοῦν ὧδε κάλλιον θανῇ.εὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε.μᾶλλον ἢ μένων.καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι.τῷ Δοκεῖν εὔχου μόνον.καί τις ἄν γέ μʼ οἰκτίσειεμέγα γὰρ ἡ εὐγένειά σου.θάνατον ἀσχάλλων πατρῷον.πάντα ταῦτʼ ἐν ὄμμασιν.ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.αἰνῶ τάδε.ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτʼ ἐμῇ;μὴ πρὸς θεῶν.δάκρυα γοῦν γένοιτʼ ἄν.οὐκοῦν οὗτος οἰωνὸς μέγας.δηλαδὴ σιγᾶν ἄμεινον.τῷ χρόνῳ δὲ κερδανεῖς.κεῖνό μοι μόνον πρόσαντες.τί τόδε καινὸν αὖ λέγεις;μὴ θεαί μʼ οἴστρῳ κατάσχωσι.