ἀδίκως ἀθροίσας Ἑλλάδʼ ἦλθʼ ὑπʼ Ἴλιον,οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλʼ ἁμαρτίαντῆς σῆς γυναικὸς ἀδικίαν τʼ ἰώμενος.ἓν μὲν τόδʼ ἡμῖν ἀνθʼ ἑνὸς δοῦναί σε χρή.ἀπέδοτο δʼ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,τὸ σῶμʼ ἀληθῶς, σοὶ παρʼ ἀσπίδʼ ἐκπονῶν,ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτʼ ἐκεῖ λαβών,μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερσωτήριος στάς, μὴ δέκʼ ἐκπλήσας ἔτη.ἃ δʼ Αὐλὶς ἔλαβε σφάγιʼ ἐμῆς ὁμοσπόρου,ἐῶ σʼ ἔχειν ταῦθʼ· Ἑρμιόνην μὴ κτεῖνε σύ.δεῖ γὰρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦνπλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν.ψυχὴν δʼ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶκἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον·θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.ἐρεῖς· ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλουςἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω·ταύτης ἱκνοῦμαί σʼ — ὦ μέλεος ἐμῶν κακῶν,ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸςθανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένηνψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω,ταὔτʼ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν,θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.κἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμωςτοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ.Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρακαὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός,θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους·τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.