ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυἔχων, πόνοισι μυρίοις ἀλώμενος,σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθαΠελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοιςδυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν.σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲνχαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς,τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.ἔνεστι δʼ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,καραδοκοῦντι κτῆμα τιμιώτατον.ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαιπόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς.καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶἔβαψεν, ἔστη δʼ αὖθις, ἢν χαλᾷ πόδα.μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ — οὐκ ἄλλως λέγω —σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.ἀλκῇ δέ σʼ οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως,σῴσαιμʼ ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷστῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.οὐ γάρ ποτʼ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸνπροσηγόμεσθα· νῦν δʼ ἀναγκαίως ἔχει.δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχηςὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖντἄλλʼ οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις,φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονοςφροῦδʼ; ἄφιλος ἦσθʼ ἄρʼ, ὦ πάτερ, πράσσων κακῶς.οἴμοι, προδέδομαι, κοὐκέτʼ εἰσὶν ἐλπίδες,ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω·οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.ἀλλʼ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶνΠυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο,ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρκρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.