οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα,μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνωνὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον.μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλονἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλινσοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία,ἣ τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶπέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,καὶ τοῦθʼ — ὃ μισήσειαν — Αἰγίσθου λέχος —οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν·ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί.Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τʼ ἐμόν,μὴ τῷδʼ ἀμύνειν φόνον ἐναντίον θεοῖς·ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖςἕλῃ, παρώσας εὐσεβεστέρους φίλους·ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.στεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγοςπρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίᾳ κυκλεῖς,διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενοςὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.μή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺςλόγους ἀκούσας πρόσθε, βουλεύου τότε.λέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγουκρείσσων γένοιτʼ ἄν. ἔστι δʼ οὗ σιγῆς λόγος.λέγοιμʼ ἂν ἤδη. τὰ μακρὰ τῶν σμικρῶν λόγωνἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,ἃ δʼ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.— οὐ χρήματʼ εἶπον· χρήματʼ, ἢν ψυχὴν ἐμὴνσῴσῃς, ἅπερ μοι φίλτατʼ ἐστὶ τῶν ἐμῶν. —ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ