ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσειςἐπίκλημʼ ἐχούσαις ὅ τι τύχοι. δράσας δʼ ἐγὼδείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον.μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα,ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτωνπάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτηνπρούδωκε κοὐκ ἔσῳσʼ ἀκήρατον λέχος·ἐπεὶ δʼ ἁμαρτοῦσʼ ᾔσθετʼ, οὐχ αὑτῇ δίκηνἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει,ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν.πρὸς θεῶν — ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέροςσιγῶν ἐπῄνουν, τί μʼ ἂν ἔδρασʼ ὁ κατθανών;οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν;ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,τῷ δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴνἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσοςπατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανεΤηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,μένει δʼ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδραςναίων βροτοῖσι στόμα νέμει σαφέστατον,ᾧ πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ·τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε·ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοιμίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι,εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε,ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖςἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,