μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά,δακρύοις γέροντʼ ὀφθαλμὸν ἐκτήκω τάλας.ἓν δʼ οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρωνἄλλων ἀκούειν δεῖ μʼ, ἅ γʼ εἰσορᾶν πάρα;ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖςμὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων,ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα·ἀλλʼ οὐχὶ πρὸς τοῦτʼ εἰκὸς ἦν αὐτὴν θανεῖν.ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνήρ,πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνακαὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο.ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα.ἐγᾦδʼ, ἀνόσιός εἰμι μητέρα κτανών,ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί.ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼντὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μʼ ἐκπλήσσει λόγου,καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς,τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα·ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν.ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃμᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.ἡ σὴ δὲ θυγάτηρ — μητέρʼ αἰδοῦμαι λέγειν —ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσινἐς ἀνδρὸς ᾔει λέκτρʼ· ἐμαυτόν, ἢν λέγωκακῶς ἐκείνην, ἐξερῶ· λέξω δʼ ὅμως.Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις.τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα,ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ.εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους,ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι