καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς.κέκτησό νυν σὺ τοῦτʼ, ἐγὼ δʼ οὐ κτήσομαι.ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.πρὸς τόνδʼ ἀγὼν τίς ἀσοφίας ἥκει πέρι;εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,τούτου τίς ἀνδρῶν ἐγένετʼ ἀσυνετώτερος,ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατοοὐδʼ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον;ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίονπληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα,αἴσχιστον ἔργον — οὐ γὰρ αἰνέσω ποτέ —χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην,ὁσίαν διώκοντʼ, ἐκβαλεῖν τε δωμάτωνμητέρα· τὸ σῶφρόν τʼ ἔλαβεν ἀντὶ συμφορᾶςκαὶ τοῦ νόμου τʼ ἂν εἴχετʼ εὐσεβής τʼ ἂν ἦν.νῦν δʼ ἐς τὸν αὐτὸν δαίμονʼ ἦλθε μητέρι.κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,αὐτὸς κακίων μητέρʼ ἐγένετο κτανών.ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·εἰ τόνδʼ ἀποκτείνειεν ὁμόλεκτρος γυνή,χὡ τοῦδε παῖς αὖ μητέρʼ ἀνταποκτενεῖ,κἄπειθʼ ὁ κείνου γενόμενος φόνῳ φόνονλύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶνοὐδʼ εἰς ἀπάντημʼ, ὅστις αἷμʼ ἔχων κυροῖ,φυγαῖσι δʼ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.αἰεὶ γὰρ εἷς ἔμελλʼ ἐνέξεσθαι φόνῳ,τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,πρώτην δὲ θυγατέρʼ, ἣ πόσιν κατέκτανεν·Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτʼ αἰνέσωοὐδʼ ἂν προσείποιμʼ· οὐδὲ σὲ ζηλῶ, κακῆςγυναικὸς ἐλθόνθʼ οὕνεκʼ ἐς Τροίας πέδον.ἀμυνῶ δʼ, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ,τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνονπαύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσʼ ἀεί.ἐπεὶ τίνʼ εἶχες, ὦ τάλας, ψυχὴν τότε,ὅτʼ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε