ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼνμετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοιοἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.καὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλοςκουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος.ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδεστείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχειἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲφιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονοςπαῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα,τιμῶντέ μʼ οὐδὲν ἧσσον ἢ Διοσκόρω·οἷς, ὦ τάλαινα καρδία ψυχή τʼ ἐμή,ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότονλάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφοςθῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳχοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίανἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλωστὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν.ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκωνστίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν.Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.