ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο;ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι.σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν.αὗταί σε βακχεύουσι συγγενῆ φόνον;οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν.Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.δουλεύομεν θεοῖς, ὅ τι ποτʼ εἰσὶν οἱ θεοί.κᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει.πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί.οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυν φίλος.πατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία;οὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίᾳ λέγω.τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;μισούμεθʼ οὕτως ὥστε μὴ προσεννέπειν.οὐδʼ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω.τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.οὗ γʼ οὐ μετῆν μοι· διὰ τριῶν δʼ ἀπόλλυμαι.τίς δʼ ἄλλος; ἦ που τῶν ἀπʼ Αἰγίσθου φίλων;οὗτοί μʼ ὑβρίζουσʼ, ὧν πόλις τὰ νῦν κλύει.Ἀγαμέμνονος δὲ σκῆπτρʼ ἐᾷ σʼ ἔχειν πόλις;πῶς, οἵτινες ζῆν οὐκ ἐῶσʼ ἡμᾶς ἔτι;τί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί;ψῆφος καθʼ ἡμῶν οἴσεται τῇδʼ ἡμέρᾳ.φεύγειν πόλιν τήνδʼ; ἢ θανεῖν ἢ μὴ θανεῖν;θανεῖν ὑπʼ ἀστῶν λευσίμῳ πετρώματι.κᾆτʼ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους;κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.