λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺςπολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης,δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονοςφίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸςτῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, ὦ νεάνιδες,Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά.βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν,ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών.ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνωἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς·σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν.ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ.ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.οὐχ ἡ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται.δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.τὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι.ὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία.ὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.ἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά.φειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν.τί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος;ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος.πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.λύπη μάλιστά γʼ ἡ διαφθείρουσά με —δεινὴ γὰρ ἡ θεός, ἀλλʼ ὅμως ἰάσιμος.μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν;ἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ.πότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾷ;νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.