μανιάδος φοιταλέου. φεῦ μόχθων,οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις,τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε-ξάμενος ἀνὰ δάπεδον,ἵνα μεσόμφαλοι λέγονται μυχοί.ἰὼ Ζεῦ,τίς ἔλεος, τίς ὅδʼ ἀγὼνφόνιος ἔρχεται,θοάζων σε τὸν μέλεον, ᾧ δάκρυαδάκρυσι συμβάλλειπορεύων τις ἐς δόμον ἀλαστόρωνματέρος αἷμα σᾶς, ὅ σʼ ἀναβακχεύει;ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·κατολοφύρομαι κατολοφύρομαι.ἀνὰ δὲ λαῖφος ὥςτις ἀκάτου θοᾶς τινάξας δαίμωνκατέκλυσεν δεινῶν πόνων ὡς πόντουλάβροις ὀλεθρίοισιν ἐν κύμασιν.τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸθεογόνων γάμων,τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή;καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει,Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃδῆλος ὁρᾶσθαιτῶν Τανταλιδῶν ἐξ αἵματος ὤν.ὦ χιλιόναυν στρατὸν ὁρμήσαςἐς γῆν Ἀσίαν,χαῖρʼ, εὐτυχίᾳ δʼ αὐτὸς ὁμιλεῖς,θεόθεν πράξας ἅπερ ηὔχου.ὦ δῶμα, τῇ μέν σʼ ἡδέως προσδέρκομαιΤροίαθεν ἐλθών, τῇ δʼ ἰδὼν καταστένω·κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖςοὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν.Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμηνκαὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτωνὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοιΝηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς·Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,