τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δʼ ἔργοισιν οὔ.οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατʼ ὄμματαἐξιστόρουν νιν, μητέρʼ εἰ κτεῖναι χρεών,πολλὰς γενείου τοῦδʼ ἂν ἐκτεῖναι λιτὰςμήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,εἰ μήτʼ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,ἐγώ θʼ ὁ τλήμων τοιάδʼ ἐκπλήσειν κακά.καὶ νῦν ἀνακάλυπτʼ, ὦ κασιγνήτη, κάρα,ἐκ δακρύων τʼ ἄπελθε, κεἰ μάλʼ ἀθλίωςἔχομεν. ὅταν δὲ τἄμʼ ἀθυμήσαντʼ ἴδῃς,σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶνἴσχναινε παραμυθοῦ θʼ· ὅταν δὲ σὺ στένῃς,ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.ἀλλʼ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσωὕπνῳ τʼ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,σίτων τʼ ὄρεξαι λουτρά τʼ ἐπιβαλοῦ χροΐ.εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσονκτήσῃ τινʼ, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνηνἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαικαὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς,γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,δρᾶν χρὴ τάδʼ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σʼ ἐκ δεμνίωνἄγαν ἀποδέχου, μένε δʼ ἐπὶ στρωτοῦ λέχους.κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.αἰαῖ,δρομάδες ὦ πτεροφόροιποτνιάδες θεαί,ἀβάκχευτον αἳ θίασον ἐλάχετʼ ἐνδάκρυσι καὶ γόοις,μελάγχρωτες εὐμενίδες, αἵτε τὸνταναὸν αἰθέρʼ ἀμπάλλεσθʼ, αἵματοςτινύμεναι δίκαν, τινύμεναι φόνον,καθικετεύομαι καθικετεύομαι,τὸν Ἀγαμέμνονοςγόνον ἐάσατʼ ἐκλαθέσθαι λύσσας