ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγονγένος θυγατέρων δυσκλεές τʼ ἀνʼ Ἑλλάδα.σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ·καὶ μὴ μόνον λέγʼ, ἀλλὰ καὶ φρόνει τάδε.οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται,ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.ὦ μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοιτὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι.ὦ Φοῖβʼ, ἀποκτενοῦσί μʼ αἱ κυνώπιδεςγοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.οὔτοι μεθήσω· χεῖρα δʼ ἐμπλέξασʼ ἐμὴνσχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.μέθες· μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύωνμέσον μʼ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον.οἲ ʼγὼ τάλαινα, τίνʼ ἐπικουρίαν λάβω,ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,οἷς μʼ εἶπʼ Ἀπόλλων ἐξαμύνασθαι θεάς,εἴ μʼ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,εἰ μὴ ʼξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.οὐκ εἰσακούετʼ; οὐχ ὁρᾶθʼ ἑκηβόλωντόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;ἆ ἆ·τί δῆτα μέλλετʼ; ἐξακρίζετʼ αἰθέραπτεροῖς· τὰ Φοίβου δʼ αἰτιᾶσθε θέσφατα.ἔα·τί χρῆμʼ ἀλύω, πνεῦμʼ ἀνεὶς ἐκ πλευμόνων;ποῖ ποῖ ποθʼ ἡλάμεσθα δεμνίων ἄπο;ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ.σύγγονε, τί κλαίεις κρᾶτα θεῖσʼ ἔσω πέπλων;αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶνὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς.μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοὶμητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι,ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον,