μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε·οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ.ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε.ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴκαὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην;ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.βούλῃ θίγω σου κἀνακουφίσω δέμας;λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίουστόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν.ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαιἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμηνἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα,ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσοςμανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως.αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει.κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα,ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τὸ δυστυχεῖν.Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,ἐν Ναυπλίᾳ δὲ σέλμαθʼ ὥρμισται νεῶν.πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖςἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;ἥκει — τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου —Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·εἰ δʼ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.