ἄδικος ἄδικα τότʼ ἄρʼ ἔλακεν ἔλακεν, ἀπό-φονον ὅτʼ ἐπὶ τρίποδι Θέμιδος ἄρʼ ἐδίκασεφόνον ὁ Λοξίας ἐμᾶς ματέρος.ὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας.σὺ γάρ νιν, ὦ τάλαινα,θωΰξασʼ ἔβαλες ἐξ ὕπνου.εὕδειν μὲν οὖν ἔδοξα.οὐκ ἀφʼ ἡμῶν, οὐκ ἀπʼ οἴκωνπάλιν ἀνὰ πόδα σὸν εἱλίξειςμεθεμένα κτύπου;ὑπνώσσει.λέγεις εὖ.πότνια, πότνια νύξ,ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτεροςτὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶςδιοιχόμεθʼ, οἰχόμεθα. κτύπον ἠγάγετʼ· οὐχὶ σῖγασῖγα φυλασσομένα στόματοςἄνα κέλαδον ἀπὸ λέχεος ἥ-συχον ὕπνου χάριν παρέξεις, φίλα;θρόει τίς κακῶν τελευτὰ μένει.θανεῖν θανεῖν, τί δʼ ἄλλο;οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.πρόδηλος ἆρʼ ὁ πότμος.ἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶςμέλεον ἀπόφονον αἷμα δοὺςπατροφόνου ματρός.δίκᾳ μέν.καλῶς δʼ οὔ.ἔκανες ἔθανες, ὦτεκομένα με μᾶτερ, ἀπὸ δʼ ὤλεσαςπατέρα τέκνα τε τάδε σέθεν ἀφʼ αἵματος·ὀλόμεθʼ ἰσονέκυες, ὀλόμεθα.σύ τε γὰρ ἐν νεκροῖς, τό τʼ ἐμὸν οἴχεταιβίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισιδάκρυσί τʼ ἐννυχίοις, ἄγαμοςἐπὶ δʼ ἄτεκνος ἅτε βίοτον ἁμέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας,