πλήν γʼ εἰς ἐμέ.πέπονθα δεινά.τότε γὰρ ἦσθʼ ἀνωφελής.ἔχεις με.σαυτὸν σύ γʼ ἔλαβες κακὸς γεγώς.ἀλλʼ εἶʼ, ὕφαπτε δώματʼ, Ἠλέκτρα, τάδε·σύ τʼ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.ὦ γαῖα Δαναῶν ἱππίου τʼ Ἄργους κτίται,οὐκ εἶʼ ἐνόπλῳ ποδὶ βοηδρομήσετε;πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλινζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.Μενέλαε, παῦσαι λῆμʼ ἔχων τεθηγμένον·Φοῖβός σʼ ὁ Λητοῦς παῖς ὅδʼ ἐγγὺς ὢν καλῶ·σύ θʼ ὃς ξιφήρης τῇδʼ ἐφεδρεύεις κόρῃ,Ὀρέσθʼ, ἵνʼ εἰδῇς οὓς φέρων ἥκω λόγους.Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢνἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος,ἥδʼ ἐστίν, ἣν ὁρᾶτʼ ἐν αἰθέρος πτυχαῖς,σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν.ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνουτοῦ σοῦ κελευσθεὶς ἥρπασʼ ἐκ Διὸς πατρός.Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,Κάστορί τε Πολυδεύκει τʼ ἐν αἰθέρος πτυχαῖςσύνθακος ἔσται, ναυτίλοις σωτήριος.ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών,ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματιἝλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον,θανάτους τʼ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸςὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.τὰ μὲν καθʼ Ἑλένην ὧδʼ ἔχει· σὲ δʼ αὖ χρεών,Ὀρέστα, γαίας τῆσδʼ ὑπερβαλόνθʼ ὅρουςΠαρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον.κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμονἈζᾶσιν Ἀρκάσιν τʼ Ὀρέστειον καλεῖν.ἐνθένδε δʼ ἐλθὼν τὴν Ἀθηναίων πόλινδίκην ὑπόσχες αἵματος μητροκτόνουΕὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆςπάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτηνψῆφον διοίσουσʼ, ἔνθα νικῆσαί σε χρή.