ἐφʼ ἧς δʼ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ,γῆμαι πέπρωταί σʼ Ἑρμιόνην· ὃς δʼ οἴεταιΝεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε.θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει,δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.Πυλάδῃ δʼ ἀδελφῆς λέκτρον, ὥς ποτʼ ᾔνεσας,δός· ὁ δʼ ἐπιών νιν βίοτος εὐδαίμων μένει.Ἄργους δʼ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,ἐλθὼν δʼ ἄνασσε Σπαρτιάτιδος χθονός,φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοιςπόνοις διδοῦσα δεῦρʼ ἀεὶ διήνυσεν.τὰ πρὸς πόλιν δὲ τῷδʼ ἐγὼ θήσω καλῶς,ὅς νιν φονεῦσαι μητέρʼ ἐξηνάγκασα.ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.οὐ ψευδόμαντις ἦσθʼ ἄρʼ, ἀλλʼ ἐτήτυμος.καίτοι μʼ ἐσῄει δεῖμα, μή τινος κλύωνἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.ἀλλʼ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις.ἰδού, μεθίημʼ Ἑρμιόνην ἀπὸ σφαγῆς,καὶ λέκτρʼ ἐπῄνεσʼ, ἡνίκʼ ἂν διδῷ πατήρ.ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σεθεῶν κατοικήσασαν ὄλβιον δόμον.Ὀρέστα, σοὶ δὲ παῖδʼ ἐγὼ κατεγγυῶ,Φοίβου λέγοντος· εὐγενὴς δʼ ἀπʼ εὐγενοῦςγήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ.χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν,νείκας τε διαλύεσθε.πείθεσθαι χρεών.κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς,Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.ἴτε νυν καθʼ ὁδόν, τὴν καλλίστηνθεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δʼἙλένην Δίοις μελάθροις πελάσω,λαμπρῶν ἄστρων πόλον ἐξανύσας,ἔνθα παρʼ Ἥρᾳ τῇ θʼ ἩρακλέουςἭβῃ πάρεδρος θεὸς ἀνθρώποιςἔσται σπονδαῖς ἔντιμος ἀεί,σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς,ναύταις μεδέουσα θαλάσσης.ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν