φησὶν σιωπῶν· ἀρκέσω δʼ ἐγὼ λέγων.ἀλλʼ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.οὐ φευξόμεσθα· πυρὶ δʼ ἀνάψομεν δόμους.ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε;ὡς μή γʼ ἔχῃς σύ, τήνδʼ ἐπισφάξας πυρί.κτεῖνʼ· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.ἔσται τάδε.ἆ ἆ, μηδαμῶς δράσῃς τάδε.σίγα νυν, ἀνέχου δʼ ἐνδίκως πράσσων κακῶς.ἦ γὰρ δίκαιον ζῆν σε;καὶ κρατεῖν γε γῆς.ποίας;ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ.εὖ γοῦν θίγοις ἂν χερνίβων —τί δὴ γὰρ οὔ;καὶ σφάγια πρὸ δορὸς καταβάλοις.σὺ δʼ ἂν καλῶς;ἁγνὸς γάρ εἰμι χεῖρας.ἀλλʼ οὐ τὰς φρένας.τίς δʼ ἂν προσείποι σέ;ὅστις ἐστὶ φιλοπάτωρ.ὅστις δὲ τιμᾷ μητέρα;εὐδαίμων ἔφυ.οὔκουν σύ γε.οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.ἄπαιρε θυγατρὸς φάσγανον.ψευδὴς ἔφυς.ἀλλὰ κτενεῖς μου θυγατέρα;οὐ ψευδὴς ἔτʼ εἶ.οἴμοι, τί δράσω;πεῖθʼ ἐς Ἀργείους μολὼν —πειθὼ τίνα;ἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν.ἢ παῖδά μου φονεύσετε;ὧδʼ ἔχει τάδε.ὦ τλῆμον Ἑλένη —τἀμὰ δʼ οὐχὶ τλήμονα;σὲ σφάγιον ἐκόμισʼ ἐκ Φρυγῶν —εἰ γὰρ τόδʼ ἦν.πόνους πονήσας μυρίους.