ὦ κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρπρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.ἥκω κλύων τὰ δεινὰ καὶ δραστήριαδισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρʼ αὐτὼ καλῶ.ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορονὡς οὐ τέθνηκεν, ἀλλʼ ἄφαντος οἴχεται —κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶςἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνουτεχνάσματʼ ἐστὶ ταῦτα καὶ πολὺς γέλως.ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγωὠθεῖν πύλας τάσδʼ, ὡς ἂν ἀλλὰ παῖδʼ ἐμὴνῥυσώμεθʼ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτʼ ἐμὴνλάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶτοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί·Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.μοχλοῖς δʼ ἄραρε κλῇθρα, σῆς βοηδρόμουσπουδῆς ἅ σʼ εἴρξει, μὴ δόμων ἔσω περᾶν.ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,δόμων δʼ ἐπʼ ἄκρων τούσδε πυργηρουμένους,ξίφος δʼ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ.πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;οὐδέτερʼ· ἀνάγκη δʼ, ὡς ἔοικε, σου κλύειν.μέλλω κτενεῖν σου θυγατέρʼ, εἰ βούλῃ μαθεῖν.Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.ἀρνῇ κατακτὰς κἀφʼ ὕβρει λέγεις τάδε;λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον —τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.τὴν Ἑλλάδος μιάστορʼ εἰς Ἅιδου βαλεῖν.ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ.θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;