τὴν ἐμὴν ψυχὴν κατώμοσʼ, ἣν ἂν εὐορκοῖμʼ ἐγώ.ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόνʼ εἰσιδών;μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δʼ οὐ κάτοιδʼ ἐγὼ κάρα.δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σʼ ἀπαλλάξει κακῶν;πᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν.εὖ λέγεις· σῴζει σε σύνεσις. ἀλλὰ βαῖνʼ ἔσω δόμων.οὐκ ἄρα κτενεῖς με;ἀφεῖσαι.καλὸν ἔπος λέγεις τόδε.ἀλλὰ μεταβουλευσόμεσθα.τοῦτο δʼ οὐ καλῶς λέγεις.μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην·οὔτε γὰρ γυνὴ πέφυκας — οὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ.τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκʼ ἐξῆλθον δόμων·ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.Μενέλεων δʼ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·ἀλλʼ ἴτω ξανθοῖς ἐπʼ ὤμων βοστρύχοις γαυρούμενος·εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλεισύγγονόν τʼ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι,παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.— ἰὼ ἰὼ τύχα,ἕτερον εἰς ἀγῶνʼ, ἕτερον αὖ δόμοςφοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.— τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε;ἢ σῖγʼ ἔχωμεν; ἀσφαλέστερον, φίλαι.— ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσειθοάζων ὅδʼ αἰθέρος ἄνω καπνός.— ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμουςτοὺς Τανταλείους, οὐδʼ ἀφίστανται φόνου.— τέλος ἔχει δαίμων βροτοῖς,τέλος ὅπᾳ θέλῃ.— μεγάλα δέ τις ἁ δύναμις διʼ ἀλαστόρωνἔπεσʼ ἔπεσε μέλαθρα τάδε διʼ αἱμάτωνδιὰ τὸ Μυρτίλου πέσημʼ ἐκ δίφρου.ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλαςὀξύπουν, ᾐσθημένον που τὴν τύχην ἣ νῦν πάρα.οὐκέτʼ ἂν φθάνοιτε κλῇθρα συμπεραίνοντες μοχλοῖς,