ὅσον Ἄρεως ἀλκὰνἥσσονες Ἑλλάδος ἐγενόμεθʼ αἰχμᾶς,ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν,ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος,θανάτου προβολάν·ὑπὸ σκότον δʼ ἐφεύγομεν·νεκροὶ δʼ ἔπιπτον, οἳ δʼ ἔμελλον, οἳ δʼ ἔκειντʼ.ἔμολε δʼ ἁ τάλαινʼ Ἑρμιόνα δόμουςἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅνιν ἔτεκεν τλάμων.ἄθυρσοι δʼοἷά νιν δραμόντε Βάκχαισκύμνον ἐν χεροῖν ὀρείανξυνήρπασαν· πάλιν δὲ τὰν Διὸς κόρανἐπὶ σφαγὰν ἔτεινον· ἃ δʼἐκ θαλάμωνἐγένετο διαπρὸ δωμάτωνἄφαντος, ὦ Ζεῦ καὶ γᾶκαὶ φῶς καὶ νύξ,ἤτοι φαρμάκοισιν ἢμάγων τέχναις ἢ θεῶν κλοπαῖς.τὰ δʼ ὕστερʼ οὐκέτʼ οἶδα· δρα-πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα.πολύπονα δὲ πολύπονα πάθεαΜενέλεως ἀνασχόμενος ἀνόνητον ἀ-πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε·ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτωνβαίνοντʼ Ὀρέστην ἐπτοημένῳ ποδί.ποῦ ʼστιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;προσκυνῶ σʼ, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.οὐκ ἐν Ἰλίῳ τάδʼ ἐστίν, ἀλλʼ ἐν Ἀργείᾳ χθονί.πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν;σοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο;ἐνδικώτατʼ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν.οὐ γάρ, ἥτις Ἑλλάδʼ αὐτοῖς Φρυξὶ διελυμήνατο;ὄμοσον — εἰ δὲ μή, κτενῶ σε — μὴ λέγειν ἐμὴν χάριν.