μᾶτερ ὀβρίμα ὀβρίμα,αἰαὶ φονίων παθέων ἀνόμωντε κακῶν ἅπερ ἔδρακον ἔδρακονἐν δόμοις τυράννων.ἀμφιπορφυρέων πέπλωνὑπὸ σκότου ξίφη σπάσα-ντες ἄλλος ἄλλοσʼ ἐν χεροῖνδίνασεν ὄμμα, μή τις παρὼν τύχοι.ὡς κάπροι δʼ ὀρέστεροι γυ-ναικὸς ἀντίοι σταθέντεςἐννέπουσι· Κατθανῇκατθανῇ,κακός σʼ ἀποκτείνει πόσις,κασιγνήτου προδοὺςἐν Ἄργει θανεῖν γόνον.ἃ δʼ ἀνίαχεν ἴ-αχεν· Ὤμοι μοι.λευκὸν δʼ ἐμβαλοῦσα πῆχυν στέρνοιςκτύπησε κρᾶτα μέλεον πλαγᾷ·φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλονἴχνος ἔφερεν ἔφερεν· ἐςκόμας δὲ δακτύλους δικὼν Ὀρέστας,Μυκηνίδʼ ἀρβύλαν προβάς,ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην,παίειν λαιμῶν ἔμελ-λεν εἴσω μέλαν ξίφος.ποῦ δʼ ἦτʼ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;ἰαχᾷδόμων θύρετρα καὶ σταθμοὺςμοχλοῖσιν ἐκβαλόντες, ἔνθʼ ἐμίμνομεν,βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης,ὃ μὲν πέτρους, ὃ δʼ ἀγκύλας,ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.ἔναντα δʼ ἦλθε Πυλάδηςἀλίαστος, οἷος οἷος Ἕκ-τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἴας,ὃν εἶδον εἶδον ἐν πύλαιςΠριαμίσι· φασγάνων δʼ ἀκμὰςσυνήψαμεν.δὴ τότε διαπρεπεῖς τότʼ ἐγένοντο Φρύγες,