ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορονἀμφίπολοι Φρύγες·προσεῖπε δʼ ἄλλος ἄλλον ἐν φόβῳ πεσών,μή τις εἴη δόλος.κἀδόκει τοῖς μὲν οὔ,τοῖς δʼ ἐς ἀρκυστάτανμηχανὰν ἐμπλέκεινπαῖδα τὰν Τυνδαρίδʼ ὁμητροφόντας δράκων.σὺ δʼ ἦσθα ποῦ τότʼ; ἢ πάλαι φεύγεις φόβῳ,Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοιςπαρὰ βόστρυχον αὔραν αὔρανἙλένας Ἑλένας εὐπαγεῖκύκλῳ πτερίνῳ πρὸ παρηίδοςἀίσσων βαρβάροις νόμοισιν.ἃ δὲ λίνον ἠλακάτᾳδακτύλοις ἕλισσεν,νῆμα δʼ ἵετο πέδῳ,σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ-ματα συστολίσαι χρῄζουσα λίνῳ,φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ.προσεῖπεν δʼ ὈρέσταςΛάκαιναν κόραν· ὦΔιὸς παῖ, θὲς ἴχνοςπέδῳ δεῦρʼ ἀποστᾶσα κλισμοῦ,Πέλοπος ἐπὶ προπάτορος ἕδρανπαλαιᾶς ἑστίας,ἵνʼ εἰδῇς λόγους ἐμούς. —ἄγει δʼ ἄγει νιν· ἃ δʼ ἐφείπετʼ,οὐ πρόμαντις ὧν ἔμελλεν·ὁ δὲ συνεργὸς ἄλλʼ ἔπρασσʼἰὼν κακὸς Φωκεύς·οὐκ ἐκποδὼν ἴτʼ; ἀλλʼ ἀεὶ κακοὶ Φρύγες.ἔκλῃσε δʼ ἄλλον ἄλλοσʼ ἐνστέγαισι· τοὺς μὲν ἐν σταθμοῖ-σιν ἱππικοῖσι, τοὺς δʼ ἐν ἐξ-έδραισι, τοὺς δʼ ἐκεῖσʼ ἐκεῖθεν ἄλλον ἄλ-λοσε διαρμόσας ἀποπρὸ δεσποίνας.τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο;Ἰδαία μᾶτερ