ἑλίσσων κυκλοῖ χθόνα;τί δʼ ἔστιν, Ἑλένης πρόσπολʼ. Ἰδαῖον κάρα;Ἴλιον Ἴλιον, ὤμοι μοι,Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ-δας ὄρος ἱερόν, ὥς σʼ ὀλόμενον στένωἁρμάτειον ἁρμάτειον μέλοςβαρβάρῳ βοᾷ διʼ ὀρνιθόγονονὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδαςσκύμνου, δυσελέναςδυσελένας,ξεστῶν περγάμων Ἀπολλωνίωνἐρινύν· ὀττοτοῖ·ἰαλέμων ἰαλέμωνΔαρδανία τλᾶμον Γανυμήδεοςἱπποσύνᾳ, Διὸς εὐνέτα.σαφῶς λέγʼ ἡμῖν αὔθʼ ἕκαστα τἀν δόμοις.τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦσʼ ἔχω.αἴλινον αἴλινον ἀρχὰν θανάτουβάρβαροι λέγουσιν, αἰαῖ,Ἀσιάδι φωνᾷ, βασιλέωνὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσινσιδαρέοισιν Ἅιδα.ἦλθον ἐς δόμους, ἵνʼ αὔθʼ ἕ-καστά σοι λέγω, λέοντεςἝλλανες δύο διδύμω·τῷ μὲν ὁ στρατηλάτας πατὴρ ἐκλῄζεθʼ,ὃ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος,πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,ξυνετὸς πολέμου, φόνιός τε δράκων.ἔρροι τᾶς ἡσύχουπρονοίας κακοῦργος ὤν.οἳ δὲ πρὸς θρόνους ἔσωμολόντες ἇς ἔγημʼ ὁ τοξότας Πάριςγυναικός, ὄμμα δακρύοιςπεφυρμένοι, ταπεινοὶἕζονθʼ, ὃ μὲν τὸ κεῖθεν, ὃ δὲτὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι.περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλονἙλένας ἄμφω.