ἴθʼ εἰς ἀγῶνα δεῦρʼ, ἐγὼ δʼ ἡγήσομαι·σωτηρίας γὰρ τέρμʼ ἔχεις ἡμῖν μόνη.ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.σώθηθʼ ὅσον γε τοὐπʼ ἐμέ.ὦ κατὰ στέγαςφίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθʼ ἄγραν;οἲ ἐγώ· τίνας τούσδʼ εἰσορῶ;σιγᾶν χρεών·ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία.ἔχεσθʼ ἔχεσθε· φάσγανον δὲ πρὸς δέρῃβάλλοντες ἡσυχάζεθʼ, ὡς εἰδῇ τόδεΜενέλαος, οὕνεκʼ ἄνδρας, οὐ Φρύγας κακούς,εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.— ἰὼ ἰὼ φίλαι,κτύπον ἐγείρετε, κτύπον καὶ βοὰνπρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνοςμὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον,βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνονκαθαιμακτὸν ἐν δόμοις κείμενον,ἢ καὶ λόγον του προσπόλων πυθώμεθα·τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δʼ οὐ σαφῶς.— διὰ δίκας ἔβα θεῶννέμεσις ἐς Ἑλέναν.δακρύοισι γὰρ Ἑλλάδʼ ἅπασαν ἔπλησε,διὰ τὸν ὀλόμενον ὀλόμενον ἸδαῖονΠάριν, ὃς ἄγαγʼ Ἑλλάδʼ εἰς Ἴλιον.ἀλλὰ κτυπεῖ γὰρ κλῇθρα βασιλείων δόμων,σιγήσατʼ· ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν,οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει.Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγαβαρβάροις ἐν εὐμάρι-σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμναΔωρικάς τε τριγλύφους,φροῦδα φροῦδα, γᾶ γᾶ,βαρβάροισι δρασμοῖς.αἰαῖ·πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρʼ ἀμ-πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃνταυρόκρανος ἀγκάλαις