φονεύετε, καίνετε,ὄλλυτε, δίπτυχα δίστομα φάσγαναἐκ χερὸς ἱέμενοιτὰν λιποπάτορα λιπόγαμον, ἃπλείστους ἔκανεν Ἑλλάνωνδορὶ παρὰ ποταμὸν ὀλομένους,ὅθι δάκρυα δάκρυσιν ἔπεσενσιδαρέοισι βέλεσιν ἀμ-φὶ τὰς Σκαμάνδρου δίνας.σιγᾶτε σιγᾶτʼ· ᾐσθόμην κτύπου τινὸςκέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνονἥδʼ Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν.στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους.καλὸν τὸ θήραμʼ, ἢν ἁλῷ, γενήσεται.πάλιν κατάστηθʼ ἡσύχῳ μὲν ὄμματι,χρόᾳ δʼ ἀδήλῳ τῶν δεδραμένων πέρι·κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα.ὦ παρθένʼ, ἥκεις τὸν Κλυταιμήστρας τάφονστέψασα καὶ σπείσασα νερτέροις χοάς;ἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοιφόβος τις εἰσελήλυθʼ, ἥντινʼ ἐν δόμοιςτηλουρὸς οὖσα δωμάτων κλύω βοήν.τί δʼ; ἄξιʼ ἡμῖν τυγχάνει στεναγμάτων.εὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις;θανεῖν Ὀρέστην κἄμʼ ἔδοξε τῇδε γῇ.μὴ δῆτʼ, ἐμοῦ γε συγγενεῖς πεφυκότας.ἄραρʼ· ἀνάγκης δʼ ἐς ζυγὸν καθέσταμεν.ἦ τοῦδʼ ἕκατι καὶ βοὴ κατὰ στέγας;ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ —τίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς.τλήμων Ὀρέστης· μὴ θανεῖν, ἐμοῦ θʼ ὕπερ.ἐπʼ ἀξίοισί τἄρʼ ἀνευφημεῖ δόμος.περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;ἀλλʼ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,σῇ μητρὶ προσπεσοῦσα τῇ μέγʼ ὀλβίᾳ,Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.ἀλλʼ, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς,οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν.