ἔνεπέ μοι, φίλα.φόβος ἔχει με μή τις ἐπὶ δώμασισταθεὶς ἐπὶ φοίνιον αἷμαπήματα πήμασιν ἐξεύρῃ.χωρεῖτʼ, ἐπειγώμεσθʼ· ἐγὼ μὲν οὖν τρίβοντόνδʼ ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς.καὶ μὴν ἐγὼ τόνδʼ, ὃς πρὸς ἑσπέραν φέρει.δόχμιά νυν κόρας διάφερʼ ὀμμάτων.ἐκεῖθεν ἐνθάδʼ, εἶτα παλινσκοπιὰνἔχομεν, ὡς θροεῖς.ἑλίσσετέ νυν βλέφαρα,κόραισι δίδοτε πάντα διὰ βοστρύχων.ὅδε τις ἐν τρίβῳ προσέρχεται. τίς ὅδʼ ἄρʼ ἀμ-φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ;ἀπωλόμεσθʼ ἄρʼ, ὦ φίλαι· κεκρυμμένουςθῆρας ξιφήρεις αὐτίκʼ ἐχθροῖσιν φανεῖ.ἄφοβος ἔχε· κενός, ὦ φίλα,στίβος ὃν οὐ δοκεῖς.τί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει;δὸς ἀγγελίαν ἀγαθάν τινʼ,εἰ τάδʼ ἔρημα τὰ πρόσθʼ αὐλᾶς.καλῶς τά γʼ ἐνθένδʼ. ἀλλὰ τἀπὶ σοῦ σκόπει·ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται.ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῇδʼ ὄχλος.φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω.τί μέλλεθʼ οἱ κατʼ οἶκον ἐν ἡσυχίᾳσφάγια φοινίσσειν;οὐκ εἰσακούουσʼ· ὦ τάλαινʼ ἐγὼ κακῶν.ἆρʼ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσαςποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει.σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών·ἀλλʼ αἳ μὲν ἐνθάδʼ, αἳ δʼ ἐκεῖσʼ ἑλίσσετε.ἀμείβω κέλευθον σκοποῦσα πάντῃ.ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.— ἠκούσαθʼ; ἅνδρες χεῖρʼ ἔχουσιν ἐν φόνῳ.— Ἑλένης τὸ κώκυμʼ ἐστίν, ὡς ἀπεικάσαι.ὦ Διός, ὦ Διὸς ἀέναον κράτος,ἔλθʼ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως.Μενέλαε, θνῄσκω· σὺ δὲ παρών μʼ οὐκ ὠφελεῖς.