καλῶς· σὺ μέν νυν, σύγγονʼ Ἠλέκτρα, δόμωνπάρος μένουσα παρθένου δέχου πόδα,φύλασσε δʼ ἤν τις, πρὶν τελευτηθῇ φόνος,ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τʼ ἐς δόμους,ἢ σανίδα παίσασʼ ἢ λόγους πέμψασʼ ἔσω·ἡμεῖς δʼ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατονἀγῶνʼ ὁπλιζώμεσθα φασγάνῳ χέρας,Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους.ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ,καλεῖ σʼ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖντοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλαςἀδίκως· προδέδομαι δʼ ὑπὸ κασιγνήτου σέθεν,δίκαια πράξας· οὗ θέλω δάμαρθʼ ἑλὼνκτεῖναι· σὺ δʼ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ.ὦ πάτερ, ἱκοῦ δῆτʼ, εἰ κλύεις ἔσω χθονὸςτέκνων καλούντων, οἳ σέθεν θνῄσκουσʼ ὕπερ.ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,Ἀγάμεμνον, εἰσάκουσον· ἔκσῳσον τέκνα.ἔκτεινα μητέρα —ἡψάμην δʼ ἐγὼ ξίφους —ἐγὼ δʼ ἐπεβούλευσα κἀπέλυσʼ ὄκνου —σοί, πάτερ, ἀρήγων.οὐδʼ ἐγὼ προύδωκά σε.οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;δακρύοις κατασπένδω σε.ἐγὼ δʼ οἴκτοισί γε.παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα.εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσʼ ἀραί,κλύει. σὺ δʼ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,δότʼ εὐτυχῆσαι τῷδʼ ἐμοί τε τῇδέ τε·τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία,ἢ ζῆν ἅπασιν ἢ — θανεῖν ὀφείλεται.Μυκηνίδες ὦ φίλαι,τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.τίνα θροεῖς αὐδάν, πότνια; παραμένειγὰρ ἔτι σοι τόδʼ ἐν Δαναϊδῶν πόλει.στῆθʼ αἳ μὲν ὑμῶν τόνδʼ ἁμαξήρη τρίβον,αἳ δʼ ἐνθάδʼ ἄλλον οἶμον ἐς φρουρὰν δόμων.τί δέ με τόδε χρέος ἀπύεις;