πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.ἐγώ, κασίγνητʼ, αὐτὸ τοῦτʼ ἔχειν δοκῶ,σωτηρίαν σοὶ τῷδέ τʼ ἐκ τρίτων τʼ ἐμοί.θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε;ἐπεὶ τὸ συνετόν γʼ οἶδα σῇ ψυχῇ παρόν.ἄκουε δή νυν· καὶ σὺ δεῦρο νοῦν ἔχε.λέγʼ· ὡς τὸ μέλλειν ἀγάθʼ ἔχει τινʼ ἡδονήν.Ἑλένης κάτοισθα θυγατέρʼ; εἰδότʼ ἠρόμην.οἶδʼ, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον.τί χρῆμα δράσουσʼ; ὑποτίθης τίνʼ ἐλπίδα;χοὰς κατασπείσουσʼ ὑπὲρ μητρὸς τάφῳ.καὶ δὴ τί μοι τοῦτʼ εἶπας ἐς σωτηρίαν;ξυλλάβεθʼ ὅμηρον τήνδʼ, ὅταν στείχῃ πάλιν.τίνος τόδʼ εἶπας φάρμακον τρισσοῖς φίλοις;Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷἢ τόνδε κἀμέ — πᾶν γὰρ ἓν φίλον τόδε —λέγʼ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴδέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντʼ ἔχειν.κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρηνἙλένης Μενέλεως πτῶμʼ ἰδὼν ἐν αἵματι,μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας·ἢν δʼ ὀξυθύμου μὴ κρατῶν φρονήματοςκτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην.καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ,χρόνῳ μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺςοὔτʼ ἄλκιμος πέφυκε. τήνδʼ ἡμῖν ἔχωσωτηρίας ἔπαλξιν. εἴρηται λόγος.ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,τὸ σῶμα δʼ ἐν γυναιξὶ θηλείαις πρέπον,ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.Πυλάδη, τοιαύτης ἆρʼ ἁμαρτήσῃ τάλαςγυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος.εἰ γὰρ γένοιτο, Φωκέων δʼ ἔλθοι πόλινκαλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.ἥξει δʼ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;ὡς τἄλλα γʼ εἶπας, εἴπερ εὐτυχήσομεν,κάλλισθʼ, ἑλόντες σκύμνον ἀνοσίου πατρός.καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ·τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.