ὀλολυγμὸς ἔσται, πῦρ τʼ ἀνάψουσιν θεοῖς,σοὶ πολλὰ κἀμοὶ κέδνʼ ἀρώμενοι τυχεῖν,κακῆς γυναικὸς οὕνεχʼ αἷμʼ ἐπράξαμεν.ὁ μητροφόντης δʼ οὐ καλῇ ταύτην κτανών,ἀλλʼ ἀπολιπὼν τοῦτʼ ἐπὶ τὸ βέλτιον πεσῇ,Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.οὐ δεῖ ποτʼ, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν,τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν,μητέρα τε — ἐῶ τοῦτʼ· οὐ γὰρ εὐπρεπὲς λέγειν —δόμους δʼ ἔχειν σοὺς διʼ Ἀγαμέμνονος δόρυλαβόντα νύμφην· μὴ γὰρ οὖν ζῴην ἔτι,ἢν μὴ ʼπʼ ἐκείνῃ φάσγανον σπασώμεθα.ἢν δʼ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον,πρήσαντες οἴκους τούσδε κατθανούμεθα.ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι.πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος.φεῦ·οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τιτὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.σὺ γὰρ τά τʼ εἰς Αἴγισθον ἐξηῦρες κακὰκαὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,νῦν τʼ αὖ δίδως μοι πολεμίων τιμωρίανκοὐκ ἐκποδὼν εἶ — παύσομαί σʼ αἰνῶν, ἐπεὶβάρος τι κἀν τῷδʼ ἐστίν, αἰνεῖσθαι λίαν.ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴνδράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,ἵνʼ ἀνταναλώσω μὲν οἵ με προύδοσαν,στένωσι δʼ οἵπερ κἄμʼ ἔθηκαν ἄθλιον.Ἀγαμέμνονός τοι παῖς πέφυχʼ, ὃς Ἑλλάδοςἦρξʼ ἀξιωθείς, οὐ τύραννος, ἀλλʼ ὅμωςῥώμην θεοῦ τινʼ ἔσχε· ὃν οὐ καταισχυνῶδοῦλον παρασχὼν θάνατον, ἀλλʼ ἐλευθέρωςψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.ἑνὸς γὰρ εἰ λαβοίμεθʼ, εὐτυχοῖμεν ἄν,εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρίακτανοῦσι μὴ θανοῦσιν· εὔχομαι τάδε.ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα