οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει·ἐπεὶ δὲ κατθανούμεθʼ, ἐς κοινοὺς λόγουςἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ.ὦ φίλτατʼ, εἰ γὰρ τοῦτο κατθάνοιμʼ ἰδών.πιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς.μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ.μηδὲν τρέσῃς τάσδʼ· ὡς πάρεισʼ ἡμῖν φίλαι.Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν.πῶς; τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γʼ ἔσται καλῶς.σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν.μάλιστα· καὶ δὴ πάντʼ ἀποσφραγίζεται.ἀλλʼ οὐκέθʼ, Ἅιδην νυμφίον κεκτημένη.καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας.τίνας; Φρυγῶν γὰρ οὐδένʼ ἂν τρέσαιμʼ ἐγώ.οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.τρυφὰς γὰρ ἥκει δεῦρʼ ἔχουσα Τρωικάς;ὥσθʼ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον.οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος.καὶ μὴν τόδʼ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.ἀλλʼ οὐδʼ ἐγὼ μήν, σοί γε τιμωρούμενος.τὸ πρᾶγμα δήλου καὶ πέραινʼ, ὅπως λέγεις.ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.ἔχω τοσοῦτον, τἀπίλοιπα δʼ οὐκ ἔχω.γόους πρὸς αὐτὴν θησόμεσθʼ ἃ πάσχομεν.ὥστʼ ἐκδακρῦσαί γʼ ἔνδοθεν κεχαρμένην.καὶ νῷν παρέσται ταῦθʼ ἅπερ κείνῃ τότε.ἔπειτʼ ἀγῶνα πῶς ἀγωνιούμεθα;κρύπτʼ ἐν πέπλοισι τοισίδʼ ἕξομεν ξίφη.πρόσθεν δʼ ὀπαδῶν τίς ὄλεθρος γενήσεται;ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης.καὶ τόν γε μὴ σιγῶντʼ ἀποκτείνειν χρεών.εἶτʼ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον.ἔγνως· ἄκουσον δʼ ὡς καλῶς βουλεύομαι.εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέρανξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος·νῦν δʼ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,ὧν πατέρας ἔκτεινʼ, ὧν δʼ ἀπώλεσεν τέκνα,νύμφας τʼ ἔθηκεν ὀρφανὰς ξυναόρων.