Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;οὐδʼ ὄμμʼ ἔδειξεν, ἀλλʼ ἐπὶ σκήπτροις ἔχωντὴν ἐλπίδʼ, εὐλαβεῖτο μὴ σῴζειν φίλους.ἀλλʼ εἶʼ ὅπως γενναῖα καὶ Ἀγαμέμνονοςδράσαντε κατθανούμεθʼ ἀξιώτατα.κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,παίσας πρὸς ἧπαρ φασγάνῳ· σὲ δʼ αὖ χρεὼνὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.Πυλάδη, σὺ δʼ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,καὶ κατθανόντοιν εὖ περίστειλον δέμαςθάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.καὶ χαῖρʼ· ἐπʼ ἔργον δʼ, ὡς ὁρᾷς, πορεύομαι.ἐπίσχες. ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας.τί γὰρ προσήκει κατθανεῖν σʼ ἐμοῦ μέτα;ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;οὐκ ἔκτανες σὴν μητέρʼ, ὡς ἐγὼ τάλας.σὺν σοί γε κοινῇ· ταὐτὰ καὶ πάσχειν με δεῖ.ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι.σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δʼ οὐκ ἔστι δή,καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδʼ ἐσφάλης,ἥν σοι κατηγγύησʼ ἑταιρίαν σέβων·σὺ δʼ ἄλλο λέκτρον παιδοποίησαι λαβών,κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτʼ ἔστι δή.ἀλλʼ, ὦ ποθεινὸν ὄμμʼ ὁμιλίας ἐμῆς,χαῖρʼ· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν·οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον,μὴ λαμπρὸς αἰθήρ, εἴ σʼ ἐγὼ προδούς ποτεἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,καὶ πάντʼ ἐβούλευσʼ ὧν σὺ νῦν τίνεις δίκας·καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδʼ ὁμοῦ.ἐμὴν γὰρ αὐτήν, ἧς γε λέχος ἐπῄνεσα,κρίνω δάμαρτα· τί γὰρ ἐρῶ κἀγώ ποτεγῆν Δελφίδʼ ἐλθὼν Φωκέων ἀκρόπτολιν,ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ,νῦν δʼ οὐκέτʼ εἰμὶ δυστυχοῦντί σοι φίλος;