ἀκόλαστʼ ἐάσας μάντεων θεσπίσματα,φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός·λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε,πύλας ἐφʼ ἑπτὰ καὶ λοχαγέτας μολών·κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία·ἢν δʼ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ.ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;ὅπου χθονὸς τῆσδʼ ἐκποδὼν μάλιστʼ ἔσῃ.οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δʼ ἐμέ.Δελφοὺς περάσας —ποῖ με χρή, πάτερ, μολεῖν;Αἰτωλίδʼ ἐς γῆν.ἐκ δὲ τῆσδε ποῖ περῶ;Θεσπρωτὸν οὖδας.σεμνὰ Δωδώνης βάθρα;ἔγνως.τί δὴ τόδʼ ἔρυμά μοι γενήσεται;πόμπιμος ὁ δαίμων.χρημάτων δὲ τίς πόρος;ἐγὼ πορεύσω χρυσόν.εὖ λέγεις, πάτερ.χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών,ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω,μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς —προσηγορήσων εἶμι καὶ σῴσων βίον.ἀλλʼ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω. —γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν·ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲνγέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει,προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο.ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σῴσω πόλινψυχήν τε δώσω τῆσδʼ ὑπερθανεῖν χθονός.αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροικοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοιστάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν,πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ·ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺςπόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς