δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴςἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰςΚάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον.καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη.χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματοςαἷμʼ ἢν λάβῃ βρότειον, ἕξετʼ εὐμενῆγῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυνσπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖντοῦδʼ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.σὺ δʼ ἐνθάδʼ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένουςἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο,οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοισφαγὰς ἀπείργουσʼ. οὐ γάρ ἐστιν ᾔθεος·κεἰ μὴ γὰρ εὐνῆς ἥψατʼ, ἀλλʼ ἔχει λέχος.οὗτος δὲ πῶλος τῇδʼ ἀνειμένος πόλειθανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν.πικρὸν δʼ Ἀδράστῳ νόστον Ἀργείοισί τεθήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών,κλεινάς τε Θήβας. τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιντὸν ἕτερον· ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν.τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον,πρὸς οἶκον. ὅστις δʼ ἐμπύρῳ χρῆται τέχνῃ,μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ,πικρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῇ·ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγωνἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνονχρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα.Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας;κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.τί δʼ ἄν τις εἴποι; δῆλον οἵ γʼ ἐμοὶ λόγοι.ἐγὼ γὰρ οὔποτʼ ἐς τόδʼ εἶμι συμφορᾶς,ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,οὐδʼ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.μή μʼ εὐλογείτω τἀμά τις κτείνων τέκνα.αὐτὸς δʼ — ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου —θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.ἀλλʼ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,