ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸνκαὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροιςἭλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆντήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα·ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲΠολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακονφῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,— Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ —καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαιςἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν,ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμαπαίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ,μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ·εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς,καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος.ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼνἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, βρέφοςγνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπαςδίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος,σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον·ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοιφέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέραςἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνονμαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενοςπαῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάραἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλωνπρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις,τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖνεἰ μηκέτʼ εἴη. καὶ ξυνάπτετον πόδαἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.καί νιν κελεύει Λαΐου τροχηλάτης·ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.